Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δʼ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν· οὐ γὰρ ἦν τοῦ αὐτοῦ Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα

p.378
Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν
paris.1624.556
καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους.

οὐδὲ γὰρ ἦν τῶν τυχόντων ὁ Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθʼ αὑτὸν ἐν Πάρθοις πρῶτος ἔτι δὲ μεγέθει καὶ κάλλει σώματος ὡς οὐδεὶς ἕτερος, ἐξήλαυνε δὲ καθʼ ἑαυτὸν ἀεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμπαντας ἱππεῖς ὁμοῦ πελάτας τε καὶ δούλους μυρίων οὐκ ἀποδέοντας.