Comparison of Lucullus and Cimon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

σχολὴ μὲν οὖν καὶ ἡσυχία καὶ διατριβὴ περὶ λόγους ἡδονήν τινα καὶ θεωρίαν ἔχοντας εὐπρεπέστατον ἀνδρὶ πρεσβύτῃ καὶ πεπαυμένῳ πολέμων καὶ πολιτείας παραμύθιον τὸ δʼ ἐφʼ ἡδονὴν, ὡς τέλος, καταστρέψαντα τὰς καλὰς πράξεις ἤδη λοιπὸν Ἀφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν καὶ τρυφᾶν οὐκ ἄξια τῆς καλῆς Ἀκαδημείας, οὐδέ τὸν Ξενοκράτη ζηλοῦντος, ἀλλʼ ἐγκεκλικότος πρὸς τὸν Ἐπίκουρον.

ὃ καὶ θαυμαστόν ἐστιν ὑπεναντίως γὰρ ἡ νεότης τοῦ μὲν ἐπίψογος καὶ ἀκόλαστος γεγονέναι δοκεῖ, τοῦ δὲ πεπαιδευμένη καὶ σώφρων, βελτίων οὖν ᾧ πρὸς τὸ βέλτιον ἡ μεταβολή· χρηστοτέρα γὰρ ἡ φύσις, ἐν ᾗ γηρᾷ μὲν τὸ χεῖρον, ἐπακμάζει δὲ τὸ ἄμεινον. καὶ μὴν ὁμοίως γε πλουτήσαντες οὐχ ὁμοίως διέθεντο τὸν πλοῦτον.