Comparison of Lucullus and Cimon
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
μάλιστα δʼ ἄν τις εὐδαιμονίσειε τοῦ τέλους
paris.1624.521
Λεύκουλλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρωμένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ μέν, ἔτι δʼ ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον. καὶ τοῦτό γε πάντων αὐτῷ πρὸς Κίμωνα κοινότατόν ἐστι.καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλʼ ἀκμὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐδʼ ἀλύων, οὐδέ τῶν ὅπλων καὶ τῶν στρατηγιῶν καὶ τῶν
p.612
τροπαίων ἔπαθλον ποιούμενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιωκόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν ?δου μέθην αἰώνιον.