Pelopidas
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ὡς οὖν ἐδέδοκτο διακινδυνεύειν καὶ περὶ τὰ Λεῦκτρα τοῖς Λακεδαιμονίοις ἀντεστρατοπέδευον, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους ὁ Πελοπίδας εὖ μάλα διαταράξασαν αὐτόν, ἔστι γὰρ ἐν τῷ Λευκτρικῷ πεδίῳ τὰ σήματα τῶν τοῦ Σκεδάσου θυγατέρων, ἃς Λευκτρίδας καλοῦσι διὰ τὸν τόπον· ἐκεῖ γὰρ αὐταῖς ὑπὸ ξένων Σπαρτιατῶν βιασθείσαις συνέβη ταφῆναι.
γενομένης δὲ χαλεπῆς οὕτω καὶ παρανόμου πράξεως, ὁ μὲν πατήρ, ὡς οὐκ ἔτυχεν ἐν Λακεδαίμονι δίκης, ἀρὰς κατὰ τῶν Σπαρτιατῶν ἀρασάμενος ἔσφαξεν ἑαυτὸν ἐπὶ τοῖς τάφοις τῶν παρθένων, χρησμοὶ δὲ καὶ λόγια τοῖς Σπαρτιάταις ἀεὶ προὔφαινον εὐλαβεῖσθαι καὶ φυλάττεσθαι τὸ Λευκτρικὸν μήνιμα, μὴ πάνυ τῶν πολλῶν συνιέντων, ἀλλʼ ἀμφιγνοούντων τὸν τόπον, ἐπεὶ καὶ τῆς Λακωνικῆς πολίχνιον πρὸς τῇ θαλάσσῃ Λεῦκτρον ὀνομάζεται, καὶ πρὸς Μεγάλῃ πόλει τῆς Ἀρκαδίας τόπος ἐστὶν ὁμώνυμος, τὸ μὲν οὖν πάθος τοῦτο πολὺ τῶν Λευκτρικῶν ἦν παλαιότερον.