Pelopidas
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ἐπεὶ δὲ Λακεδαιμόνιοι πᾶσι τοῖς Ἕλλησιν εἰρήνην συνθέμενοι πρὸς μόνους Θηβαίους ἐξήνεγκαν τὸν πόλεμον, ἐνεβεβλήκει δὲ Κλεόμβροτος ὁ βασιλεύς ἄγων ὁπλίτας μυρίους, ἱππεῖς δὲ χιλίους, ὁ δὲ κίνδυνος οὐ περὶ ὧν πρότερον ἦν Θηβαίοις, ἀλλʼ ἄντικρυς ἀπειλὴ καὶ καταγγελία διοικισμοῦ, καὶ φόβος οἷος οὔπω τὴν Βοιωτίαν κατεῖχεν, ἐξιὼν μὲν ἐκ τῆς οἰκίας ὁ Πελοπίδας, καὶ τῆς γυναικὸς ἐν τῷ προπέμπειν δακρυούσης καὶ παρακαλούσης σῴζειν ἑαυτόν,
ταῦτα, εἶπεν, ὦ γύναι, τοῖς ἰδιώταις χρὴ παραινεῖν, τοῖς δὲ ἄρχουσιν ὅπως τοὺς ἄλλους σῴζωσιν· ἐλθὼν δὲ εἰς τὸ στρατόπεδον καὶ τοὺς βοιωτάρχας καταλαβὼν οὐχ ὁμογνωμονοῦντας, πρῶτος Ἐπαμεινώνδᾳ προσέθετο γνώμην ψηφιζομένῳ διὰ μάχης ἰέναι τοῖς πολεμίοις, βοιωτάρχης μὲν οὐκ ἀποδεδειγμένος, ἄρχων δὲ τοῦ ἱεροῦ λόχου, καὶ πιστευόμενος, ὡς ἦν δίκαιον ἄνδρα τηλικαῦτα δεδωκότα τῇ πατρίδι σύμβολα εἰς τὴν ἐλευθερίαν.