Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
  2. κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
  3. φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
  4. σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
  5. αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν
  6. κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.
  7. πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως
  8. ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.