Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.
  2. ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν
  3. φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας
  4. οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,
  5. γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
  6. ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
  7. κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν
  8. ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.