Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
- μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
- καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
- ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,
- λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
- Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
- στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
- φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
- μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.
- ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
- πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
- πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
- μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·
- μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
- μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
- φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου