Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
- λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
- ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·
- γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
- κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
- μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.
- ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,
- φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.