Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ
  2. στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν·
  3. λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
Ἀγαύη
  1. πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
  2. πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
  3. θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ,
  4. ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας
  5. ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.