Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.
  2. κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,
  3. πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,
  4. οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
  5. μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
  6. τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
  7. ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
  8. θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.
Κρέουσα
  1. αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
Πρεσβύτης
  1. ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.
Κρέουσα
  1. ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας