Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- παῖδʼ εἰς οἴκους οἰκίζεις·
- ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής,
- οἰωνοῖς ἔρρει συλαθείς,
- σπάργανα ματέρος ἐξαλλάξας.
- μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας
- ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν,
- ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο
- Λατὼ Δίοισί σε καρποῖς.
- οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
- κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
- ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι