Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
Κρέουσα
  1. ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.
Πρεσβύτης
  1. οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.
Κρέουσα
  1. γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
  2. δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
  3. βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;
  4. σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
  5. οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
Χορός
  1. ἰὼ δαῖμον.
Πρεσβύτης
  1. τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
Χορός
  1. ἰὼ τλᾶμον.