Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.
Πρεσβύτης
  1. ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων
  2. ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις
  3. τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
  4. ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
  5. αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι
  6. συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
Κρέουσα
  1. ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.
Πρεσβύτης
  1. ἰδού.
  2. τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
Κρέουσα
  1. βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός.