Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων
  2. θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,
  3. ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
  4. Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορός
  1. ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
  2. ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν
  3. δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξοῦθος
  1. ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ἴων
  1. χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
Ξοῦθος
  1. δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
Ἴων
  1. εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;