Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὑπʼ αἰόλας ἰαχᾶς
  2. ὕμνων, ὅτʼ ἀναλίοις
  3. συρίζεις, ὦ Πάν,
  4. τοῖς σοῖσιν ἐν ἄντροις,
  5. ἵνα τεκοῦσά τις Φοίβῳ
  6. παρθένος, ὦ μελέα, βρέφος,
  7. πτανοῖς ἐξόρισεν θοίναν
  8. θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων
  9. ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις
  10. φάτιν ἄιον εὐτυχίας μετέχειν
  11. θεόθεν τέκνα θνατοῖς.