Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —
- δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων,
- σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
- ναοὺς τίνοντες ἀδικίας κενώσετε.
- τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
- σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς
- λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
- μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
- σὲ τὰν ὠδίνων λοχιᾶν
- ἀνειλείθυιαν, ἐμὰν
- Ἀθάναν, ἱκετεύω,