Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον
  2. οὐ παραβαίνομεν,
  3. ἃ δʼ ἐκτός, ὄμμα τέρψει.
Ἴων
  1. πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.
Χορός
  1. μεθεῖσαν δεσπόται
  2. με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.
Ἴων
  1. δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
Χορός
  1. Παλλάδι σύνοικα τρόφιμα μέλα-
  2. θρα τῶν ἐμῶν τυράννων·
  3. παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
Ἴων
  1. γενναιότης σοι, καὶ τρόπων τεκμήριον