Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐδʼ ἂν
  2. ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;
Ἴων
  1. τίνα τήνδε θέλεις;
Χορός
  1. ἆρʼ ὄντως μέσον ὀμφαλὸν
  2. γᾶς Φοίβου κατέχει δόμος;
Ἴων
  1. στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
Χορός
  1. οὕτω καὶ φάτις αὐδᾷ.
Ἴων
  1. εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
  2. καί τι πυθέσθαι χρῄζετε Φοίβου,
  3. πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις
  4. μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.