Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μήδεια
  1. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αἰγεύς
  1. σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.
Μήδεια
  1. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αἰγεύς
  1. μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μήδεια
  1. τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αἰγεύς
  1. ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μήδεια
  1. πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;