Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
- Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
- Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
- τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
- παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
- πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;
- ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
- δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;