Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
  2. ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε
  3. ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,
  4. εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
  5. φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—
  6. καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
  7. πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.
  8. ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ