Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—
  2. νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
  3. οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
  4. ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν
  5. δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.
  6. ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
  7. ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς
  8. δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.