Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,
- πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
- κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
- ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν·
- σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ
- κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.
- ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις
- ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,