Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δόμοισιν ἐπέστα.
- οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
- τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
- σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
- κούφως φερούσῃ κρεισσόνων βουλεύματα,
- λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός.
- κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ
- λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ·