Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
  2. σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
  3. τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
  4. τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.
  5. σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
  6. οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
  7. ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
  8. σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην