Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
- παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
- χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
- φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
- σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
- δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
- τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον
- κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.