Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
- ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
- ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
- ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
- ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
- ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
- ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
- ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—
- βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
- καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
- πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
- οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
- Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
- ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.
- ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,
- τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
- πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
- ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ
- ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,
- καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν