Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
- τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.
- νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας
- μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
- ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
- ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ
- νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
- ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
- τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
- τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
- ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—
- Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—
- τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
- ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
74