Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι
  2. ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί.
  1. Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
  2. βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
  3. Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,
  4. καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν
  5. τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.
  6. ͂̓Ω χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον
  7. παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;
  8. ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
  9. νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
  10. ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,
  11. ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.
  12. θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν