Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.
  2. καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
  3. καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
  4. λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ·
  5. ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
  6. καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
  7. ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
  8. ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
  9. ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
  10. ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
  11. τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
  12. στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
  13. λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν