Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
  2. ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
  3. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
  4. ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
  5. καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
  6. Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
  7. λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
  8. λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ
  9. κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
  10. ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
  11. ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
  12. ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
  13. οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν