Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
- ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
- παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
- εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
- ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
- λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
- ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
- λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
- ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
- ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
- ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
- δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
- στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
- σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
- ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
- ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
- χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
- αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
- ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
- τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.