Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
  2. νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
  3. κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
  4. ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
  5. αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
  6. αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
  7. ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
  8. ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
  9. φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
  10. ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
  11. ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
  12. Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
  13. ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
  14. Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
  15. Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
  16. Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
  17. ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
  18. τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
  19. 141
  20. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
  21. εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.