Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
  2. κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
  3. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
  4. Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
  5. ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
  6. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
  7. ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
  8. ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
  9. πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
  10. ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
  11. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
  12. πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
  13. πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
  14. λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
  15. γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
  16. ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
  17. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
  18. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
  19. εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
  20. ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,