Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
  2. παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
  3. κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
  4. ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
  5. ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
  6. μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
  7. Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
  8. οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα.
  9. ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
  10. ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
  11. χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς,
  12. τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
  13. τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
  14. Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
  15. πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
  16. ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
  17. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
  18. ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·
  19. ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
  20. οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,