Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
  2. ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
  3. ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
  4. τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
  5. καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
  6. ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
  7. χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
  8. οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
  9. οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
  10. σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
  11. ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
  12. αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
  13. ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων
  14. Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
  15. πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
  16. ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν,
  17. Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
  18. σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ,
  19. ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
  20. ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—