Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
  2. ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
  3. ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
  4. τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
  5. ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
  6. ̔Ελλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
  7. 110
  8. εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
  9. αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
  10. ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
  11. δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
  12. λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
  13. ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
  14. κᾤχεθʼ Ὑλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
  15. αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
  16. οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
  17. χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
  18. ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
  19. κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
  20. καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
  21. ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,