Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. κᾤχεθʼ Ὑλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
  2. αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
  3. οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
  4. χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
  5. ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
  6. κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
  7. καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
  8. ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
  9. νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
  10. Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
  11. ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
  12. βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
  13. πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
  14. Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
  15. ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
  16. ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
  17. κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
  18. νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
  19. δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
  20. Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ