Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων
- Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
- πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
- ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν,
- Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
- σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ,
- ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
- ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—
- αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
- ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
- ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
- τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
- ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
- ̔Ελλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
- εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
- αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
- ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
- δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
- λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
- ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
110