Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
- καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
- οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν,
- ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
- ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
- ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
- ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
- πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
- χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
- αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας