Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
  2. Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
  3. ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
  4. ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
  5. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
  6. λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
  7. μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
  8. 105
  9. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
  10. οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
  11. φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.