Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι. διεζευγμένον δέ ἐστιν ὃ ὑπὸ τοῦ ἤτοι διαζευκτικοῦ συνδέσμου διέζευκται, οἷον ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ διότι, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστιν· οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ 〈ἢ〉 μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστι.

διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν. ἔτι τῶν ἀξιωμάτων κατά τʼ ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν ἀποφατικόν, οἷον τὸ ἡμέρα ἐστί καὶ τὸ οὐχ ἡμέρα ἐστί. συνημμένον οὖν ἀληθές ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. τοῦτʼ ἀληθές ἐστι· τὸ γὰρ οὐχὶ φῶς, ἀντικείμενον τῷ λήγοντι, μάχεται τῷ ἡμέρα ἐστί. συνημμένον δὲ ψεῦδός

V2_182
ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ ἡμέρα ἐστί, Δίων περιπατεῖ· τὸ γὰρ οὐχὶ Δίων περιπατεῖ οὐ μάχεται τῷ ἡμέρα ἐστί.

Παρασυνημμένον δʼ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπʼ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς. ψεῦδος δʼ 〈ὃ〉 ἢ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ, ἂν ἡμέρας οὔσης λέγηται. αἰτιῶδες δʼ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπʼ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστι· τῷ μὲν γὰρ ἡμέρα ἐστίν ἀκολουθεῖ τὸ φῶς ἐστι, τῷ δὲ φῶς ἐστιν οὐχ ἕπεται τὸ ἡμέρα ἐστίν. αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀνακόλουθον, οἷον διότι νύξ ἐστι, Δίων περιπατεῖ.