Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον εἰ ἡμέρα ἐστίν, 〈ἡμέρα ἐστίν〉· ἐξ ἀξιωμάτων δέ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι.
Ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ καταγορευτικὸν καὶ τὸ ἀόριστον, ἐν δὲ τοῖς οὐχ ἁπλοῖς 〈ἀξιώμασι〉 τὸ συνημμένον καὶ τὸ παρασυνημμένον καὶ τὸ συμπεπλεγμένον καὶ τὸ διεζευγμένον καὶ τὸ αἰτιῶδες καὶ τὸ διασαφοῦν τὸ μᾶλλον καὶ τὸ ἧττον. * * καὶ ἀποφατικὸν μὲν οἷον οὐχὶ ἡμέρα ἐστίν. εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δʼ ἐστὶν ἀποφατικὸν ἀποφατικοῦ, οἷον οὐχὶ ἡμέρα οὐκ ἔστι· τίθησι δὲ τὸ ἡμέρα ἐστίν.
Ἀρνητικὸν δέ ἐστι τὸ συνεστὸς ἐξ ἀρνητικοῦ μορίου καὶ κατηγορήματος, οἷον οὐδεὶς περιπατεῖ· στερητικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ στερητικοῦ μορίου καὶ ἀξιώματος κατὰ δύναμιν, οἷον ἀφιλάνθρωπός ἐστιν οὗτοσ· κατηγορικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς καὶ κατηγορήματος, οἷον Δίων περιπατει· καταγορευτικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς δεικτικῆς καὶ κατηγορήματος, οἷον οὗτος περιπατεῖ· ἀόριστον δέ ἐστι τὸ συνεστὸς ἐξ ἀορίστου μορίου ἢ ἀορίστων μορίων καὶ κατηγορήματος, οἷον τὶς περιπατεῖ, ἐκεῖνος κινεῖται.
Τῶν δʼ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς Διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ Διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς