Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής·
καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως·ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
- Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
- ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ
- αἵρεσιν, ἀτρέστου ματέρʼ ἐλευθερίας·
- εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος
- κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;
ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα
- δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
- τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν
- μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
- σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
- ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.
Εἴπομεν ὡς ἐτελεύτα ὁ Ζήνων καὶ ἡμεῖς ἐν τῇ Παμμέτρῳ τοῦτον τὸν τρόπον·
ἔνιοι γὰρ καὶ τοῦτον τὸν τρόπον τελευτῆσαί φασιν αὐτόν.τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως
- πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·
- οἱ δʼ, ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γαῖαν ἀλοίσας
- ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;
Καὶ περὶ μὲν τῆς τελευτῆς ταῦτα.
Φησὶ δὲ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις τὸν πατέρα αὐτοῦ Μνασέαν πολλάκις ἅτʼ ἔμπορον Ἀθήναζε παραγίνεσθαι καὶ πολλὰ τῶν Σωκρατικῶν βιβλίων ἀποφέρειν ἔτι παιδὶ ὄντι τῷ Ζήνωνι·
ὅθεν καὶ ἐν τῇ πατρίδι συγκεκροτῆσθαι. καὶ οὕτως ἐλθόντα εἰς Ἀθήνας Κράτητι παραβαλεῖν. δοκεῖ δέ, φησί, καὶ τὸ τέλος αὐτὸς ὁρίσαι τῶν 〈ἄλλων〉 πλανωμένων περὶ τὰς ἀποφάσεις. ὤμνυε δέ, φασί, καὶ κάππαριν, καθάπερ Σωκράτης τὸν κύνα. ἔνιοι μέντοι, ἐξ ὧν εἰσιν οἱ περὶ Κάσσιον τὸν σκεπτικόν, ἐν πολλοῖς κατηγοροῦντες τοῦ Ζήνωνος, πρῶτον μὲν τὴν ἐγκύκλιον παιδείαν ἄχρηστον ἀποφαίνειν λέγουσιν[*](λέγοντα codd.: corr. Reiske.) ἐν ἀρχῇ τῆς Πολιτείας,