Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἦν δὲ καρτερικώτατος καὶ λιτότατος, ἀπύρῳ τροφῇ χρώμενος καὶ τρίβωνι λεπτῷ, ὥστε λέγεσθαι ἐπʼ αὐτοῦ·

    τὸν δʼ οὔτʼ ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων,
  1. οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή,
  2. οὐκ ἔροτις δήμου ἐναρεῖ μένος,[*](ἐναρίθμιος libri.) ἀλλʼ ὅ γʼ ἀτειρὴς
  3. ἀμφὶ διδασκαλίῃ τέτατι νύκτας τε καὶ ἦμαρ.
οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις·
    εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.
  1. φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ,
  2. πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει·
οἱ δὲ Ποσειδίππου.

Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. ἐλέγετο γοῦν ἐπʼ αὐτοῦ·

τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος.
ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις·
  1. ὥστʼ ἐν ἡμέραις δέκα
  2. εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.

Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τʼ εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακαριότητι· ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας.

V2_140
Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δʼ Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν· ὁ δʼ Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα. ἐτελεύτα δὴ οὕτως· ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε· παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης,
ἔρχομαι· τί μʼ αὔεις;
καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.

Ἀθηναῖοι δʼ ἔθαψαν αὐτὸν ἐν τῷ Κεραμεικῷ καὶ ψηφίσμασι τοῖς προειρημένοις ἐτίμησαν, τὴν ἀρετὴν αὐτῷ προσμαρτυροῦντες. καὶ Ἀντίπατρος ὁ Σιδώνιος ἐποίησεν οὕτως εἰς αὐτόν·

    τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτʼ Ὄλυμπον
  1. ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος,
  2. οὐδὲ τά γʼ Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτʼ ἄστρα
  3. ἀτραπιτὸν μούνας εὗρε σαοφροσύνας.