Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Μῦν θεασάμενος διατρέχοντα, καθά φησι Θεόφραστος ἐν τῷ Μεγαρικῷ, καὶ μήτε κοίτην ἐπιζητοῦντα μήτε σκότος εὐλαβούμενον ἢ ποθοῦντά τι τῶν δοκούντων ἀπολαυστῶν, πόρον ἐξεῦρε τῆς περιστάσεως. τρίβωνα διπλώσας πρῶτος κατά τινας διὰ τὸ ἀνάγκην ἔχειν καὶ ἐνεύδειν αὐτῷ, πήραν τʼ ἐκομίσατο, ἔνθα αὐτῷ τὰ σιτία ἦν, καὶ παντὶ τόπῳ ἐχρῆτο εἰς πάντα, ἀριστῶν τε καὶ καθεύδων καὶ διαλεγόμενος. ὅτε καὶ τοὺς Ἀθηναίους ἔφασκε, δεικνὺς τὴν τοῦ Διὸς στοὰν καὶ τὸ Πομπεῖον, αὐτῷ κατεσκευακέναι ἐνδιαιτᾶσθαι.

βακτηρίᾳ δʼ ἐπεστηρίζετο ἀσθενήσας· ἔπειτα μέντοι καὶ διὰ παντὸς ἐφόρει, οὐ μὴν ἐν ἄστει, ἀλλὰ καθʼ ὁδὸν αὐτῇ τε καὶ τῇ πήρᾳ, καθά φησιν Ἀθηνόδωρος ὁ Ἀθηναίων προστατήσας καὶ Πολύευκτος ὁ ῥήτωρ καὶ Λυσανίας ὁ Αἰσχρίωνος. ἐπιστείλας δέ τινι οἰκίδιον αὐτῷ προνοήσασθαι, βραδύνοντος, τὸν ἐν τῷ Μητρῴῳ πίθον ἔσχεν οἰκίαν, ὡς καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς διασαφεῖ. καὶ θέρους μὲν ἐπὶ

V2_26
ψάμμου ζεστῆς ἐκυλινδεῖτο, χειμῶνος δʼ ἀνδριάντας κεχιονισμένους περιελάμβανε, πανταχόθεν ἑαυτὸν συνασκῶν.

Δεινός τʼ ἦν κατασοβαρεύσασθαι τῶν ἄλλων. καὶ τὴν μὲν Εὐκλείδου σχολὴν ἔλεγε χολήν, τὴν δὲ Πλάτωνος διατριβὴν κατατριβήν, τοὺς δὲ Διονυσιακοὺς ἀγῶνας μεγάλα θαύματα μωροῖς ἔλεγε καὶ τοὺς δημαγωγοὺς ὄχλου διακόνους. ἔλεγε δὲ καὶ ὡς ὅτε μὲν ἴδοι κυβερνήτας ἐν τῷ βίῳ καὶ ἰατροὺς καὶ φιλοσόφους, συνετώτατον εἶναι τῶν ζῴων νομίζειν τὸν ἄνθρωπον· ὅτε δὲ πάλιν ὀνειροκρίτας καὶ μάντεις καὶ τοὺς προσέχοντας τούτοις ἢ τοὺς ἐπὶ δόξῃ καὶ πλούτῳ πεφυσημένους, οὐδὲν ματαιότερον νομίζειν ἀνθρώπου. συνεχές τε ἔλεγεν εἰς τὸν βίον παρεσκευάσθαι δεῖν λόγον ἢ βρόχον.

Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ καταοήσας ἐλάας ἁψάμενον, τί, φησίν, ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις; καὶ ὅς, ἀλλὰ νὴ τοὺς θεούς, φησί, Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην. ὁ δέ, τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας; Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο. καὶ ἄλλοτε ἰσχάδας ἐσθίων ἀπήντετʼ αὐτῷ φησί τε, ἔξεστί σοι μετασχεῖν· τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη, μετασχεῖν εἶπον, οὐ καταφαγεῖν.

Πατῶν αὐτοῦ ποτε τὰ στρώματα κεκληκότος

V2_28
φίλους παρὰ Διονυσίου, ἔφη, πατῶ τὴν Πλάτωνος κενοσπουδίαν· πρὸς ὃν ὁ Πλάτων, ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι. οἱ δέ φασι τὸν Διογένην εἰπεῖν, πατῶ τὸν Πλάτωνος τῦφον· τὸν δὲ φάναι, ἑτέρῳ γε τύφῳ, Διόγενεσ· Σωτίων δʼ ἐν τῷ τετάρτῳ φησὶ τοῦτο πρὸς αὐτὸν εἰπεῖν τὸν Πλάτωνα τὸν κύνα. Διογένης οἶνόν ποτʼ ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ· καὶ ὅς, σύ, φησίν, ἐὰν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμενʼ ἀποκρίνῃ. ἔσκωψε δὴ ὡς ἀπεραντολόγον.