Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Τόμος ἕβδομος ἐν ᾧ

  • Περὶ παιδείας ἢ ὀνομάτων α′ β′ γ′ δ′ ε′.
  • Περὶ ὀνομάτων χρήσεως ἐριστικός.
  • Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως.
  • Περὶ δόξης καὶ ἐπιστήμης α′ β′ γ′ δ′.
  • Περὶ τοῦ ἀποθανεῖν.
  • Περὶ ζωῆς καὶ θανάτου.
  • Περὶ τῶν ἐν ᾅδου.
  • Περὶ φύσεως α′ β′.
  • Ἐρώτημα περὶ φύσεως β′.
  • Δόξαι ἢ ἐριστικός.
  • Περὶ τοῦ μανθάνειν προβλήματα.
  • Τόμος ὄγδοος ἐν ᾧ

  • Περὶ μουσικῆς.
  • Περὶ ἐξηγητῶν.
  • Περὶ Ὁμήρου.
  • Περὶ ἀδικίας καὶ ἀσεβείας.
  • Περὶ Κάλχαντος.
  • Περὶ κατασκόπου.
  • Περὶ ἡδονῆς.
  • Τόμος ἔνατος ἐν ᾧ

  • Περὶ Ὀδυσσείας.
  • Περὶ τῆς ῥάβδου.
  • Αθηνᾶ ἢ περὶ Τηλεμάχου.
  • Περὶ Ἑλένης καὶ Πηνελόπης.
  • Περὶ Πρωτέως.
  • Κύκλωψ ἢ περὶ Ὀδυσσέως.
  • V2_20

  • Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος.
  • Περὶ Κίρκης.
  • Περὶ Ἀμφιαράου.
  • Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.
  • Τόμος δέκατος ἐν ᾧ

  • Ἡρακλῆς ἢ Μίδας.
  • Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος.
  • Κῦρος ἢ ἐρώμενος.
  • Κῦρος ἢ κατάσκοποι.
  • Μενέξενος ἢ περὶ τοῦ ἄρχειν.
  • Ἀλκιβιάδης.
  • Ἀρχέλαος ἢ περὶ βασιλείας.
  • Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.

    Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν παντοφυῆ φλέδονά φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ· ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, μήτι χρεία φίλου; καί ποτε παρʼ αὐτὸν ξιφίδιον ἔχων εἰσῄει. τοῦ δʼ εἰπόντος, τίς ἂν ἀπολύσειέ με τῶν πόνων; δείξας τὸ ξιφίδιον, ἔφη, τοῦτο· καὶ ὅς, τῶν πόνων, εἶπον, οὐ τοῦ ζῆν.

    ἐδόκει γάρ πως μαλακώτερον φέρειν τὴν νόσον ὑπὸ φιλοζωίας. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·

      τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς
    1. ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν·
    2. ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο;
    3. πάντως εἰς Ἀΐδην δεῖ τινʼ ὁδηγὸν ἔχειν.

    Γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς· Ἡρακλείτειος

    V2_22
    εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός.

    Ἐπειδὴ δὲ τοὺς ἀπʼ Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπʼ Ἀντισθένους κυνικούς τε καὶ στωικούς. καὶ ἐχέτω ὧδε.

    Διογένης Ἱκεσίου τραπεζίτου Σινωπεύς. φησὶ δὲ Διοκλῆς, δημοσίαν αὐτοῦ τὴν τράπεζαν ἔχοντος τοῦ πατρὸς καὶ παραχαράξαντος τὸ νόμισμα, φυγεῖν. Εὐβουλίδης δʼ ἐν τῷ Περὶ Διογένους αὐτόν φησι Διογένην τοῦτο πρᾶξαι καὶ συναλᾶσθαι τῷ πατρί. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς περὶ αὑτοῦ φησιν ἐν τῷ Πορδάλῳ ὡς παραχαράξαι τὸ νόμισμα. ἔνιοι δʼ ἐπιμελητὴν γενόμενον ἀναπεισθῆναι ὑπὸ τῶν τεχνιτῶν καὶ ἐλθόντα εἰς Δελφοὺς ἢ εἰς τὸ Δήλιον ἐν τῇ πατρίδι Ἀπόλλωνος πυνθάνεσθαι εἰ ταῦτα πράξει ἅπερ ἀναπείθεται· τοῦ δὲ συγχωρήσαντος τὸ πολιτικὸν νόμισμα, οὐ συνείς, τὸ κέρμα ἐκιβδήλευσε καὶ φωραθείς, ὡς μέν τινες, ἐφυγαδεύθη, ὡς δέ τινες, ἑκὼν ὑπεξῆλθε φοβηθείς.

    ἔνιοι δέ φασι παρὰ τοῦ πατρὸς αὐτὸν λαβόντα τὸ νόμισμα διαφθεῖραι· καὶ τὸν μὲν δεθέντα ἀποθανεῖν, τὸν δὲ φυγεῖν ἐλθεῖν τʼ εἰς Δελφοὺς καὶ πυνθανόμενον οὐκ εἰ παραχαράξει, ἀλλὰ τί ποιήσας ἐνδοξότατος ἔσται, οὕτω λαβεῖν τὸν χρησμὸν τοῦτον.

    V2_24

    Γενόμενος δὲ Ἀθήνησιν Ἀντισθένει παρέβαλε. τοῦ δὲ διωθουμένου διὰ τὸ μηδένα προσίεσθαι, ἐξεβιάζετο τῇ προσεδρίᾳ. καί ποτε τὴν βακτηρίαν ἐπανατειναμένου αὐτῷ τὴν κεφαλὴν ὑποσχών, παῖε, εἶπεν· οὐ γὰρ εὑρήσεις οὕτω σκληρὸν ξύλον ᾧ με ἀπείρξεις ἕως ἄν τι φαίνῃ λέγων. τοὐντεῦθεν διήκουσεν αὐτοῦ καὶ ἅτε φυγὰς ὢν ὥρμησεν ἐπὶ τὸν εὐτελῆ βίον.