Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
ἅπερ, ὡς ὁ αὐτός φησι,
καταπυγοσύνη ταῦτʼ ἐστὶ πρὸς κρέας μέγα.ἀλλὰ μὴν οὐδὲ καθίζων ἔλεγε πρὸς τὰς θέσεις, φασί, περιπατῶν δὲ ἐπεχείρει. διὰ δὴ οὖν τὸ φιλογενναῖον ἐτιμᾶτο ἐν τῇ πόλει. οὐ μὴν ἀλλὰ καὶ ἐκπεπατηκὼς ἦν διατρίβων ἐν τῷ κήπῳ, παρʼ ὃν οἱ μαθηταὶ μικρὰ καλύβια ποιησάμενοι κατῴκουν πλησίον τοῦ μουσείου καὶ τῆς ἐξέδρας. ἐῴκει δὴ ὁ Πολέμων κατὰ πάντα ἐζηλωκέναι τὸν Ξενοκράτην· καὶ ἐρασθῆναι αὐτοῦ φησιν Ἀρίστιππος ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. ἀεὶ γοῦν ἐμέμνητο αὐτοῦ, τήν τʼ ἀκακίαν καὶ τὸν αὐχμὸν ἐνεδέδυτο τἀνδρὸς καὶ τὸ βάρος οἱονεὶ τῆς Δωριστὶ ἁρμονίας.
ἦν δὲ καὶ φιλοσοφοκλῆς, καὶ μάλιστα ἐν ἐκείνοις ὅπου κατὰ τὸν κωμικὸν τὰ ποιήματα αὐτῷ
κύων τις ἐδόκει συμποιεῖν Μολοττικός,καὶ ἔνθα ἦν κατὰ τὸν Φρύνιχον
οὐ γλύξις οὐδʼ ὑπόχυτος, ἀλλὰ Πράμνιος.ἔλεγεν οὖν τὸν μὲν Ὅμηρον ἐπικὸν εἶναι Σοφοκλέα, τὸν δὲ Σοφοκλέα Ὅμηρον τραγικόν.
Ἐτελεύτησε δὲ γηραιὸς ἤδη ὑπὸ φθίσεως, ἱκανὰ συγγράμματα καταλιπών. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·
οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος.
V1_398- οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ· τοῦτο γὰρ αὐτὸς
- βαίνων ἐς ἄστρα διάβορον θῆκεν χαμαί.
Κράτης πατρὸς μὲν ἦν Ἀντιγένους 〈Ἀθηναῖοσ〉, Θριάσιος δὲ τῶν δήμων, ἀκροατὴς ἅμα καὶ ἐρώμενος Πολέμωνος· ἀλλὰ καὶ διεδέξατο τὴν σχολὴν αὐτοῦ. καὶ οὕτως ἀλλήλω ἐφιλείτην ὥστε καὶ ζῶντε οὐ μόνον τῶν αὐτῶν ἤστην ἐπιτηδευμάτων, ἀλλὰ καὶ μέχρι σχεδὸν ἀναπνοῆς ἐξωμοιώσθην ἀλλήλοιν καὶ θανόντε τῆς αὐτῆς ταφῆς ἐκοινωνείτην. ὅθεν Ἀνταγόρας εἰς ἄμφω τοῦτον ἐποίησε τὸν τρόπον·
μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα
- ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,
- ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἄπο μῦθος
- ἱερὸς ἤϊσσεν δαιμονίου στόματος,
- καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει
- αἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος.
ἔνθεν καὶ Ἀρκεσίλαον μετελθόντα παρὰ Θεοφράστου πρὸς αὐτοὺς λέγειν ὡς εἶεν θεοί τινες ἢ λείψανα τῶν ἐκ τοῦ χρυσοῦ γένους. καὶ γὰρ ἤστην οὐ φιλοδημώδεε· ἀλλʼ οἷον Διονυσόδωρόν ποτέ φασι τὸν αὐλητὴν εἰπεῖν, σεμνυνόμενον ἐπὶ τῷ μηδένα τῶν κρουμάτων αὐτοῦ μήτʼ ἐπὶ τριήρους μήτʼ ἐπὶ κρήνης ἀκηκοέναι, καθάπερ Ἰσμηνίου. συσσίτιον δέ φησιν αὐτῷ ὁ Ἀντίγονος εἶναι παρὰ Κράντορι, ὁμονόως συμβιούντων τούτων τε καὶ Ἀρκεσιλάου. τὴν δὲ οἴκησιν Ἀρκεσίλαον μὲν ἔχειν μετὰ Κράντορος, Πολέμωνα δὲ σὺν Κράτητι μετὰ Λυσικλέους
Τελευτῶν δὲ ὁ Κράτης, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ τῶν Χρονικῶν, ἀπέλιπε βιβλία τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς. ἀλλὰ καὶ μαθητὰς ἐλλογίμους· ὧν Ἀρκεσίλαον περὶ οὗ λέξομεν—διήκουσε γὰρ καὶ τούτου—καὶ Βίωνα τὸν Βορυσθενίτην, ὕστερον δὲ Θεοδώρειον ἀπὸ τῆς αἱρέσεως ἐπικαλούμενον, περὶ οὗ καὶ αὐτοῦ λέξομεν ἐχομένως Ἀρκεσιλάου.
Γεγόνασι δὲ Κράτητες δέκα· πρῶτος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, δεύτερος ῥήτωρ Τραλλιανὸς Ἰσοκράτειος, τρίτος ταφρωρύχος Ἀλεξάνδρῳ συνών, τέταρτος ὁ κύων περὶ οὗ λέξομεν, πέμπτος φιλόσοφος περιπατητικός, ἕκτος Ἀκαδημαϊκὸς ὁ προειρημένος, ἕβδομος Μαλώτης γραμματικός, ὄγδοος γεωμετρικὰ γεγραφώς, ἔνατος ἐπιγραμμάτων ποιητής, δέκατος Ταρσεὺς φιλόσοφος Ἀκαδημαϊκός.
Κράντωρ Σολεὺς θαυμαζόμενος ἐν τῇ ἑαυτοῦ πατρίδι ἀπῆρεν εἰς Ἀθήνας καὶ Ξενοκράτους διήκουσε Πολέμωνι συσχολάζων. καὶ κατέλιπεν ὑπομνήματα εἰς μυριάδας στίχων τρεῖς, ὧν τινά τινες Ἀρκεσιλάῳ προσάπτουσι. φασὶ δὲ αὐτὸν ἐρωτηθέντα τίνι θηραθείη ὑπὸ Πολέμωνος, εἰπεῖν
ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφʼ ᾧ καὶ μάλιστα θαυμασθῆναι. λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάω, ταλάντων οὖσαν δυοκαίδεκα. καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν·
ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν.λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί·
ἥνδανεν ἀνθρώποις, ὁ δʼ ἐπὶ πλέον ἥνδανε Μούσαις
- Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω.
- γῆ, σὺ δὲ τεθνηῶτα τὸν ἱερὸν ἄνδρʼ ὑπόδεξαι·
- ἠρέμα καὶ κεῖθι ζῴη ἐν εὐθενίῃ.
Ἐθαύμαζε δὲ ὁ Κράντωρ πάντων δὴ μᾶλλον Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες εἶναι ἐν τῷ κυρίῳ τραγικῶς ἅμα καὶ συμπαθῶς γράψαι. καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου·
οἴμοι· τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν.λέγεται δὲ καὶ Ἀνταγόρα τοῦ ποιητοῦ ὡς Κράντορος εἰς Ἔρωτα πεποιημένα φέρεσθαι ταυτί·
ἐν δοιῇ μοι θυμός, ἐπεὶ γένος ἀμφίσβητον,
- ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω,
- τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας
- γείνατο Νὺξ πελάγεσσιν ὑπʼ εὐρέος Ὠκεανοῖο·
- ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
- ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
- ἀνθρώποις ἠδʼ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον.
Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν· καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους· καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ βιβλίον μάλιστα τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν·
ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη,
- χοὔτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον.
- καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη
- ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.