Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Στρουθίου δέ ποτε διωκομένου ὑπὸ ἱέρακος καὶ εἰσπηδήσαντος εἰς τοὺς κόλπους αὐτοῦ, καταψήσας μεθῆκεν, εἰπὼν τὸν ἱκέτην δεῖν μὴ ἐκδιδόναι. σκωπτόμενος ὑπὸ Βίωνος οὐκ ἔφη αὐτῷ ἀποκρινεῖσθαι· μηδὲ γὰρ τὴν τραγῳδίαν ὑπὸ τῆς κωμῳδίας σκωπτομένην ἀποκρίσεως ἀξιοῦν. πρὸς δὲ τὸν μήτε μουσικὴν μήτε γεωμετρίαν μήτε ἀστρονομίαν μεμαθηκότα, βουλόμενον δὲ παρʼ αὐτὸν φοιτᾶν, πορεύου, ἔφη· λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας. οἱ δὲ τοῦτό φασιν εἰπεῖν, παρʼ ἐμοὶ γὰρ πόκος οὐ κνάπτεται.

Εἰπόντος δὲ Διονυσίου πρὸς Πλάτωνα ὡς ἀφαιρήσεται αὐτοῦ τὸν τράχηλον, παρὼν οὗτος καὶ δείξας τὸν ἴδιον, οὐκ ἄν γε, ἔφη, τὶς πρότερον τούτου. φασὶ καὶ Ἀντιπάτρου ποτὲ ἐλθόντος εἰς Ἀθήνας καὶ ἀσπασαμένου αὐτόν, μὴ πρότερον ἀντιπροσαγορεῦσαι πρὶν ἢ τὸν λόγον ὃν ἔλεγε διαπεράνασθαι. ἀτυφότατος δὲ ὢν πολλάκις τῆς

V1_386
ἡμέρας ἑαυτῷ ἐμελέτα, καὶ ὥραν μίαν, φασὶν, ἀπένεμε σιωπῇ.

Καὶ πλεῖστα ὅσα καταλέλοιπε συγγράμματα καὶ ἔπη καὶ παραινέσεις, ἅ ἐστι ταῦτα·

  • Περὶ φύσεως α′ β′ γ′ δ′ ε′ ς′.
  • Περὶ σοφίας ς′.
  • Περὶ πλούτου α′.
  • Ἀρκὰς α′.
  • Περὶ τοῦ ἀορίστου α′.
  • Περὶ τοῦ παιδίου α′.
  • Περὶ ἐγκρατείας α′.
  • Περὶ τοῦ ὠφελίμου α′.
  • Περὶ τοῦ ἐλευθέρου α′.
  • Περὶ θανάτου α′.
  • Περὶ ἑκουσίου α′.
  • Περὶ φιλίας α′ β′.
  • Περὶ ἐπιεικείας α′.
  • Περὶ τοῦ ἐναντίου α′ β′.
  • Περὶ εὐδαιμονίας α′ β′.
  • Περὶ τοῦ γράφειν α′.
  • Περὶ μνήμης α′.
  • Περὶ τοῦ ψεύδους α′.
  • Καλλικλῆς α′.
  • Περὶ φρονήσεως α′ β′.
  • Οἰκονομικὸς α′.
  • Περὶ σωφροσύνης α′.
  • Περὶ δυνάμεως νόμου α′.
  • Περὶ πολιτείας α′.
  • Περὶ ὁσιότητος α′.
  • Ὅτι παραδοτὴ ἡ ἀρετὴ α′.
  • Περὶ τοῦ ὄντος α′.
  • Περὶ εἱμαρμένης α′.
  • V1_388
  • Περὶ παθῶν α.
  • Περὶ βίων α′.
  • Περὶ ὁμονοίας α′
  • Περὶ μαθητῶν α′ β′.
  • Περὶ δικαιοσύνης α′.
  • Περὶ ἀρετῆς α′ β′.
  • Περὶ εἰδῶν α′.
  • Περὶ ἡδονῆς α′ β′.
  • Περὶ βίου α′.
  • Περὶ ἀνδρείας α′.
  • Περὶ τοῦ ἑνὸς α′.
  • Περὶ ἰδεῶν α′.
  • Περὶ τέχνης α′.
  • Περὶ θεῶν α′ β′.
  • Περὶ ψυχῆς α′ β′.
  • Περὶ ἐπιστήμης α′.
  • Πολιτικὸς α′.
  • Περὶ ἐπιστημοσύνης α′.
  • Περὶ φιλοσοφίας α′.
  • Περὶ τῶν Παρμενίδου α′.
  • Ἀρχέδημος ἢ περὶ δικαιοσύνης α′.
  • Περὶ τἀγαθοῦ α′.
  • Τῶν περὶ τὴν διάνοιαν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′.
  • Λύσις τῶν περὶ τοὺς λόγους ι′.
  • Φυσικῆς ἀκροάσεως α′ β′ γ′ δ′ ε′ ς′.
  • Κεφάλαιον α′.
  • Περὶ γενῶν καὶ εἰδῶν α′.
  • Πυθαγόρεια α′.
  • Λύσεις α′ β′.
  • Διαιρέσεις η′.
  • Θέσεων βιβλία κμγ′.
  • Τῆς περὶ τὸ διαλέγεσθαι πραγματείας βιβλία ιδμαβψμ′.
  • V1_390
  • Μετὰ τοῦτο βιβλία ιε′ καὶ ἄλλα βιβλία ις′ περὶ μαθημάτων τῶν περὶ τὴν λέξιν.
  • Λογιστικῶν βιβλία θ′.
  • Τῶν περὶ τὰ μαθήματα βιβλία ς′.
  • Τῶν περὶ τὴν διάνοιαν ἄλλα βιβλία δύο.
  • Περὶ γεωμετρῶν βιβλία ε′.
  • Ὑπομνημάτων α′.
  • Ἐναντίων α′.
  • Περὶ ἀριθμῶν α′.
  • Ἀριθμῶν θεωρία α′.
  • Περὶ διαστημάτων α′.
  • Τῶν περὶ ἀστρολογίαν ς′.
  • Στοιχεῖα πρὸς Ἀλέξανδρον περὶ βασιλείας δ.
  • Πρὸς Ἀρύβαν.
  • Πρὸς Ἡφαιστίωνα.
  • Περὶ γεωμετρίας α′ β′.
  • Στίχοι μκβδσλθ′.

    Ἀθηναῖοι δ′ ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς καὶ ἑκάτερον ἀποκατέστησε· Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν Ὁμοίων κεφαλαίων. διεδέξατο δὲ Σπεύσιππον καὶ ἀφηγήσατο τῆς σχολῆς πέντε καὶ εἴκοσιν ἔτη ἐπὶ Λυσιμαχίδου ἀρξάμενος κατὰ τὸ δεύτερον ἔτος τῆς δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. ἐτελεύτα δὲ νυκτὸς λεκάνῃ προσπταίσας, ἔτος ἤδη γεγονὼς δεύτερον καὶ ὀγδοηκοστόν.

    Φαμὲν δὲ καὶ εἰς αὐτὸν οὑτωσί·

    V1_392
      χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
    1. πλήξας ἴαχεν ὦ σύντονον, εἶτʼ ἔθανεν,
    2. ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.

    Γεγόνασι δὲ καὶ ἄλλοι Ξενοκράτεις ἕξ· ὅ τε τακτικὸς ἀρχαῖος σφόδρα * * καὶ ὁ συγγενὴς ἅμα καὶ πολίτης τῷ προειρημένῳ φιλοσόφῳ· φέρεται δὲ αὐτοῦ λόγος Ἀρσινοητικός, γεγραμμένος περὶ Ἀρσινόης ἀποθανούσης. τέταρτος φιλόσοφος, ἐλεγείαν γεγραφὼς οὐκ ἐπιτυχῶς. ἴδιον δέ· ποιηταὶ μὲν γὰρ ἐπιβαλλόμενοι πεζογραφεῖν ἐπιτυγχάνουσι· πεζογράφοι δὲ ἐπιτιθέμενοι ποιητικῇ πταίουσι· τῷ δῆλον τὸ μὲν φύσεως εἶναι, τὸ δὲ τέχνης ἔργον. πέμπτος ἀνδριαντοποιός· ἕκτος ᾅσματα γεγραφώς, ὥς φησιν Ἀριστόξενος.

    Πολέμων Φιλοστράτου μὲν ἦν υἱός, Ἀθηναῖος τῶν δήμων Οἴηθεν. νέος δʼ ὢν ἀκόλαστός τε καὶ διακεχυμένος ἦν οὕτως, ὥστε καὶ περιφέρειν ἀργύριον πρὸς τὰς ἑτοίμους λύσεις τῶν ἐπιθυμιῶν· ἀλλὰ καὶ ἐν τοῖς στενωποῖς διέκρυπτεν. καὶ ἐν Ἀκαδημείᾳ πρὸς κίονί τινι τριώβολον εὑρέθη προσπεπλασμένον αὐτοῦ διὰ [τὴν] ὁμοίαν τῇ προειρημένῃ πρόφασιν. καί ποτε συνθέμενος τοῖς νέοις μεθύων καὶ ἐστεφανωμένος εἰς τὴν Ξενοκράτους ᾖξε σχολήν· ὁ δὲ οὐδὲν διατραπεὶς εἶρε τὸν λόγον ὁμοίως· ἦν δὲ περὶ σωφροσύνης. ἀκοῦον δὴ τὸ μειράκιον κατʼ ὀλίγον ἐθηράθη καὶ οὕτως

    V1_394
    ἐγένετο φιλόπονος ὡς ὑπερβάλλεσθαι τοὺς ἅλλους καὶ αὐτὸς διαδέξασθαι τὴν σχολήν, ἀρξάμενος ἀπὸ τῆς ἕκτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος.

    Φησὶ δὲ Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς Βίοις τὸν πατέρα αὐτοῦ πρῶτόν τε εἶναι τῶν πολιτῶν καὶ ἁρματοτροφῆσαι. φυγεῖν δὲ τὸν Πολέμωνα καὶ δίκην κακώσεως ὑπὸ τῆς γυναικός, ὡς μειρακίοις συνόντα. τοσοῦτον δὲ ἐπιτεῖναι τὸ ἦθος ἀρξάμενον φιλοσοφεῖν, ὥστʼ ἐπὶ ταὐτοῦ σχήματος τῆς μορφῆς πάντοτε μένειν. ἀλλὰ καὶ τὴν φωνὴν ἀναλλοίωτος ἦν· διὸ καὶ θηραθῆναι Κράντορα ὑπʼ αὐτοῦ. κυνὸς γοῦν λυττῶντος [καὶ] τὴν ἰγνύαν διασπάσαντος μόνον μὴ ὠχριᾶσαι· καὶ ταραχῆς γενομένης ἐπὶ τῆς πόλεως πυθομένων τὸ γεγονὸς ἄτρεπτον μεῖναι. ἔν τε τοῖς θεάτροις ἀσυμπαθέστατος ἦν.

    Νικοστράτου γοῦν ποτε τοῦ ἐπικαλουμένου Κλυταιμνήστρα ἀναγινώσκοντός τι τοῦ ποιητοῦ αὐτῷ τε καὶ Κράτητι, τὸν μὲν συνδιατίθεσθαι, τὸν δʼ ἴσα καὶ μὴ ἀκοῦσαι. καὶ ὅλως ἦν τοιοῦτος οἷόν φησι Μελάνθιος ὁ ζωγράφος ἐν τοῖς Περὶ ζωγραφικῆς· φησὶ γὰρ δεῖν αὐθάδειάν τινα καὶ σκληρότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὁμοίως δὲ κἀν τοῖς ἤθεσιν. ἔφασκε δὲ ὁ Πολέμων δεῖν ἐν τοῖς πράγμασι γυμνάζεσθαι καὶ μὴ ἐν τοῖς διαλεκτικοῖς θεωρήμασι, καθάπερ ἁρμονικόν τι τέχνιον καταπιόντα καὶ μὴ μελετήσαντα, ὡς κατὰ μὲν τὴν ἐρώτησιν θαυμάζεσθαι, κατὰ δὲ τὴν διάθεσιν ἑαυτοῖς μάχεσθαι.

    V1_396

    Ἦν οὖν ἀσόλοικός τις καὶ γενναῖος, παρῃτημένος ἅ φησιν Ἀριστοφάνης περὶ Εὐριπίδου, ὀξωτὰ καὶ σιλφιωτά,